Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 32.9 Dem. 32.14 (English) >>Dem. 32.16

32.12ὡς γὰρ διήμαρτεν τοῦ διαφθαρῆναι τὸ πλοῖον, οὐκ ἔχων ἀποδοῦναι τὰ χρήματα τοῖς δανείσασιν (πῶς γάρ; γʼ ἐξ ἀρχῆς μὴ ἐνέθετο) ἀντιποιεῖται τῶν ἡμετέρων, καί φησι τῷ Ἡγεστράτῳ ἐπὶ τούτῳ τῷ σίτῳ δεδανεικέναι ὃν παρʼ ἡμῶν ἐπιπλέων ἐπρίατο. οἱ δὲ δανεισταὶ τὸ ἐξ ἀρχῆς ἐξηπατημένοι, ὁρῶντες ἑαυτοῖς ἀντὶ τῶν χρημάτων ἄνθρωπον πονηρὸν χρήστην, ἄλλο δʼ οὐδέν, ἐλπίδʼ ἔχοντες ὑπὸ τούτου παρακρουσθέντων ὑμῶν ἐκ τῶν ἡμετέρων ἀπολήψεσθαι τὰ ἑαυτῶν, ὃν ἴσασιν ψευδόμενον ταῦτα καθʼ ἡμῶν, τούτῳ συνδικεῖν ἀναγκάζονται τοῦ συμφέροντος εἵνεκα τοῦ ἑαυτῶν.

32.13τὸ μὲν οὖν πρᾶγμʼ ὑπὲρ οὗ τὴν ψῆφον οἴσετε, ὡς εἰπεῖν ἐν κεφαλαίῳ, τοιοῦτόν ἐστιν. βούλομαι δὲ τοὺς μάρτυρας ὧν λέγω πρῶτον ὑμῖν παρασχόμενος, μετὰ ταῦτʼ ἤδη καὶ τἄλλα διδάσκειν. καί μοι λέγε τὰς μαρτυρίας.Μαρτυρίαι

32.14ἐπειδὴ τοίνυν ἀφίκετο δεῦρο τὸ πλοῖον, γνόντων τῶν Κεφαλλήνων ἀντιπράττοντος τούτου, ὅθεν ἐξέπλευσε τὸ πλοῖον, ἐνταῦθα καὶ καταπλεῖν αὐτό, τὴν μὲν ναῦν οἱ ἐπὶ τῇ νηὶ δεδανεικότες ἐνθένδʼ εὐθέως εἶχον, τὸν δὲ σῖτον ἠγορακὼς εἶχεν· ἦν δʼ οὗτος ἡμῖν τὰ χρήματʼ ὀφείλων. μετὰ ταῦθʼ ἧκεν οὗτος ἔχων τὸν παρʼ ἡμῶν πεμφθέντα πρεσβευτήν, τὸν Ἀριστοφῶντα, καὶ ἠμφεσβήτει τοῦ σίτου, φάσκων Ἡγεστράτῳ δεδανεικέναι.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 32.9 Dem. 32.14 (English) >>Dem. 32.16

Powered by PhiloLogic